Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.24 Dem. 23.27 (English) >>Dem. 23.30

23.26καὶ ἔτι πρὸς τούτῳ διελογίζετο, ὅτι πάντα τὰ τοιαῦτʼ ὀνόματα, οἷον ἐάν τις ἀποκτείνῃ, ἐάν τις ἱεροσυλήσῃ, ἐάν τις προδῷ, καὶ τὰ τοιαῦτα πάντα πρὸ μὲν τοῦ κρίσιν γενέσθαι αἰτιῶν ὀνόματʼ ἐστίν, ἐπειδὰν δὲ κριθείς τις ἐξελεγχθῇ, τηνικαῦτʼ ἀδικήματα γίγνεται. οὐ δὴ δεῖν ᾤετο τῷ τῆς αἰτίας ὀνόματι τιμωρίαν προσγράφειν, ἀλλὰ κρίσιν. καὶ διὰ ταῦτα, ἄν τις ἀποκτείνῃ τινά, τὴν βουλὴν δικάζειν ἔγραψεν, καὶ οὐχ ἅπερ, ἂν ἁλῷ, παθεῖν εἶπεν. 23.27 μὲν δὴ τὸν νόμον τιθεὶς οὕτως, δὲ τὸ ψήφισμα γράφων πῶς; “ἐάν τις ἀποκτείνῃφησὶνΧαρίδημον.” τὴν μὲν δὴ προσηγορίαν τοῦ πάθους τὴν αὐτὴν ἐποιήσατο, “ἄν τις ἀποκτείνῃγράψας, ἥνπερ τὸν νόμον τιθείς· μετὰ ταῦτα δʼ οὐκέτι ταὐτά, ἀλλʼ ἀνελὼν τὸ δίκην ὑπέχειν ἀγώγιμον εὐθὺς ἐποίησεν, καὶ παραβὰς τὸ διωρισμένον ἐκ τοῦ νόμου δικαστήριον, ἄκριτον τοῖς ἐπαιτιασαμένοις παρέδωκεν τι ἂν βούλωνται χρῆσθαι τὸν οὐδʼ εἰ πεποίηκέ πω φανερόν. 23.28καὶ λαβοῦσιν ἐκείνοις ἐξέσται στρεβλοῦν, αἰκίσασθαι, χρήματα πράξασθαι. καίτοι πάντα ταῦτʼ ἀπείρηκεν ἄντικρυς καὶ σαφῶς κάτωθεν νόμος μηδὲ τοὺς ἑαλωκότας καὶ δεδογμένους ἀνδροφόνους ἐξεῖναι ποιεῖν. λέγε δʼ αὐτοῖς αὐτὸν τὸν νόμον τὸν μετὰ ταῦτα.Νόμος

τοὺς δʼ ἀνδροφόνους ἐξεῖναι ἀποκτείνειν ἐν τῇ ἡμεδαπῇ καὶ ἀπάγειν, ὡς ἐν τῷ <αʹ> ἄξονι ἀγορεύει, λυμαίνεσθαι δὲ μή, μηδὲ ἀποινᾶν, διπλοῦν ὀφείλειν ὅσον ἂν καταβλάψῃ. εἰσφέρειν δʼ <ς> τοὺς ἄρχοντας, ὧν ἕκαστοι δικασταί εἰσι, τῷ βουλομένῳ. τὴν δʼ ἡλιαίαν διαγιγνώσκειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.24 Dem. 23.27 (English) >>Dem. 23.30

Powered by PhiloLogic